본문 바로가기
고대 그리스어 입문/고대 그리스어 모범 발음

페르시아 원정기(크세노폰) 제1권 1장 섹션1-11 - 그리스어 원문과 발음

by 소포로스 2023. 12. 18.

 

페르시아 원정기(크세노폰) 제1권 1장 섹션1-11


Ξενοφῶντος Κύρου Ἀνάβασις Βίβλος 1, κεφ. 1
Xenophon Anabasis, Book 1, chapter 1, section 1-11

1) 요안니스 스트라타키스(Ioannis Stratakis)의 낭송


낭송자는 δ, τ, θ, γ, κ, χ, β, π, φ 등을 비교적 정확하게 구별하여 발음하고 있다. αὐτῷ(아우~이, 그에게)의 ῷ(~이)도 고전시기의 발음을 살려서 읽고 있다. 


다만, 낭독의 속도가 좀 빨라 초보자가 따라하기가 좀 힘들고, 본인의 발음도 좀 모호해지는 부분이 있다. 예를들면, αι의 발음이 약간 모호하게 되고 있다.

καὶ(이)와 παρεῖναι(빠이나이)의 αι는 '에이' 또는 '에(현대 그리스어)'로 발음하고, παῖδες는 '이데스'로 발음하다가, παῖδε(이데)와 ἐξαιτησαμένη(엒사이떼-사네-)의 αι는 '아이'로 발음한다. 이런 점이 있어도 전체적으로 참고할 만한 발음이다. 

외국어를 공부할 때  가장 중요한 것은 좀 정확하지 않더라도 자신있게 발음하는 것이다. 다만, 표준발음이 어떻다는 것을 알 필요는 있다. 영미권 고대 그리스어 선생 중에는 모호한 발음으로 유창하게 그리스어를 읽는 사람들이 많다. 그들의 발음을 따라할 필요는 없지만, 그들의 용감한 태도는 배울 필요가 있다. 


Δαρείου καὶ Παρυσάτιδος γίγνονται παῖδες δύο, 
이우- 이 빠뤼띠도스 그논따이 이데스 오.
다레이오스와 빠뤼사티스에게는 두 명의 자식이 있는데,

πρεσβύτερος μὲν Ἀρταξέρξης, νεώτερος δὲ Κῦρος: 
쁘레스떼로스  아르딲륶세스, 네-떼로스 데 ~로스:
큰 애는 아르탁세륵세스이고, 작은 애는 퀴로스이다.

ἐπεὶ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τελευτὴν τοῦ βίου, 
이  에-스네이 다이오스 이 휘ㅃ-떼우에 뗄레우~ 비우-.
다레이오스가 병이 나서, 생의 마지막이 예견될 때, 

ἐβούλετο τὼ παῖδε ἀμφοτέρω παρεῖναι.
-레또 또- 이데 암포로- 빠이나이.
그는 2명의 자식들이 곁에 오기를 원하였다.  

*καὶ(까이)는 ‘께이’ 또는 ‘께’로 발음하고 있다. 현대 그리스어 발음이 ‘께’이다.


페르시아 원정기(크세노폰) 제1권 1장 섹션1-11

[1] Δαρείου καὶ Παρυσάτιδος γίγνονται παῖδες δύο, πρεσβύτερος μὲν Ἀρταξέρξης, νεώτερος δὲ Κῦρος: ἐπεὶ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τελευτὴν τοῦ βίου, ἐβούλετο τὼ παῖδε ἀμφοτέρω παρεῖναι. 

[2] ὁ μὲν οὖν πρεσβύτερος παρὼν ἐτύγχανε: Κῦρον δὲ μεταπέμπεται ἀπὸ τῆς ἀρχῆς ἧς αὐτὸν σατράπην ἐποίησε, καὶ στρατηγὸν δὲ αὐτὸν ἀπέδειξε πάντων ὅσοι ἐς Καστωλοῦ πεδίον ἁθροίζονται. ἀναβαίνει οὖν ὁ Κῦρος λαβὼν Τισσαφέρνην ὡς φίλον, καὶ τῶν Ἑλλήνων ἔχων ὁπλίτας ἀνέβη τριακοσίους, ἄρχοντα δὲ αὐτῶν Ξενίαν Παρράσιον. 

[3] ἐπεὶ δὲ ἐτελεύτησε Δαρεῖος καὶ κατέστη εἰς τὴν βασιλείαν Ἀρταξέρξης, Τισσαφέρνης διαβάλλει τὸν Κῦρον πρὸς τὸν ἀδελφὸν ὡς ἐπιβουλεύοι αὐτῷ. ὁ δὲ πείθεται καὶ συλλαμβάνει Κῦρον ὡς ἀποκτενῶν: ἡ δὲ μήτηρ ἐξαιτησαμένη αὐτὸν ἀποπέμπει πάλιν ἐπὶ τὴν ἀρχήν. 

[4] ὁ δ᾽ ὡς ἀπῆλθε κινδυνεύσας καὶ ἀτιμασθείς, βουλεύεται ὅπως μήποτε ἔτι ἔσται ἐπὶ τῷ ἀδελφῷ, ἀλλά, ἢν δύνηται, βασιλεύσει ἀντ᾽ἐκείνου. Παρύσατις μὲν δὴ ἡ μήτηρ ὑπῆρχε τῷ Κύρῳ, φιλοῦσα αὐτὸν μᾶλλον ἢ τὸν βασιλεύοντα Ἀρταξέρξην. 

[5] ὅστις δ᾽ ἀφικνεῖτο τῶν παρὰ βασιλέως πρὸς αὐτὸν πάντας οὕτω διατιθεὶς ἀπεπέμπετο ὥστε αὐτῷ μᾶλλον φίλους εἶναι ἢ βασιλεῖ. καὶ τῶν παρ᾽ ἑαυτῷ δὲ βαρβάρων ἐπεμελεῖτο ὡς πολεμεῖν τε ἱκανοὶ εἴησαν καὶ εὐνοϊκῶς ἔχοιεν αὐτῷ. 

[6] τὴν δὲ Ἑλληνικὴν δύναμιν ἥθροιζεν ὡς μάλιστα ἐδύνατο ἐπικρυπτόμενος, ὅπως ὅτι ἀπαρασκευότατον λάβοι βασιλέα. ὧδε οὖν ἐποιεῖτο τὴν συλλογήν. ὁπόσας εἶχε φυλακὰς ἐν ταῖς πόλεσι παρήγγειλε τοῖς φρουράρχοις ἑκάστοις λαμβάνειν ἄνδρας Πελοποννησίους ὅτι πλείστους καὶ βελτίστους, ὡς ἐπιβουλεύοντος Τισσαφέρνους ταῖς πόλεσι. καὶ γὰρ ἦσαν αἱ Ἰωνικαὶ πόλεις Τισσαφέρνους τὸ ἀρχαῖον ἐκ βασιλέως δεδομέναι, τότε δὲ ἀφειστήκεσαν πρὸς Κῦρον πᾶσαι πλὴν Μιλήτου: 

[7] ἐν Μιλήτῳ δὲ Τισσαφέρνης προαισθόμενος τὰ αὐτὰ ταῦτα βουλευομένους ἀποστῆναι πρὸς Κῦρον, τοὺς μὲν αὐτῶν ἀπέκτεινε τοὺς δ᾽ ἐξέβαλεν. ὁ δὲ Κῦρος ὑπολαβὼν τοὺς φεύγοντας συλλέξας στράτευμα ἐπολιόρκει Μίλητον καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ ἐπειρᾶτο κατάγειν τοὺς ἐκπεπτωκότας. καὶ αὕτη αὖ ἄλλη πρόφασις ἦν αὐτῷ τοῦ ἁθροίζειν στράτευμα. 

[8] πρὸς δὲ βασιλέα πέμπων ἠξίου ἀδελφὸς ὢν αὐτοῦ δοθῆναι οἷ ταύτας τὰς πόλεις μᾶλλον ἢ Τισσαφέρνην ἄρχειν αὐτῶν, καὶ ἡ μήτηρ συνέπραττεν αὐτῷ ταῦτα: ὥστε βασιλεὺς τὴν μὲν πρὸς ἑαυτὸν ἐπιβουλὴν οὐκ ᾐσθάνετο, Τισσαφέρνει δ᾽ ἐνόμιζε πολεμοῦντα αὐτὸν ἀμφὶ τὰ στρατεύματα δαπανᾶν: ὥστε οὐδὲν ἤχθετο αὐτῶν πολεμούντων. καὶ γὰρ ὁ Κῦρος ἀπέπεμπε τοὺς γιγνομένους δασμοὺς βασιλεῖ ἐκ τῶν πόλεων ὧν Τισσαφέρνους ἐτύγχανεν ἔχων. 

[9] ἄλλο δὲ στράτευμα αὐτῷ συνελέγετο ἐν Χεῤῥονήσῳ τῇ κατ᾽ ἀντιπέρας Ἀβύδου τόνδε τὸν τρόπον. Κλέαρχος Λακεδαιμόνιος φυγὰς ἦν: τούτῳ συγγενόμενος ὁ Κῦρος ἠγάσθη τε αὐτὸν καὶ δίδωσιν αὐτῷ μυρίους δαρεικούς. ὁ δὲ λαβὼν τὸ χρυσίον στράτευμα συνέλεξεν ἀπὸ τούτων τῶν χρημάτων καὶ ἐπολέμει ἐκ Χεῤῥονήσου ὁρμώμενος τοῖς Θρᾳξὶ τοῖς ὑπὲρ Ἑλλήσποντον οἰκοῦσι καὶ ὠφέλει τοὺς Ἕλληνας: ὥστε καὶ χρήματα συνεβάλλοντο αὐτῷ εἰς τὴν τροφὴν τῶν στρατιωτῶν αἱ Ἑλλησποντιακαὶ πόλεις ἑκοῦσαι. τοῦτο δ᾽ αὖ οὕτω τρεφόμενον ἐλάνθανεν αὐτῷ τὸ στράτευμα. 

[10] Ἀρίστιππος δὲ ὁ Θετταλὸς ξένος ὢν ἐτύγχανεν αὐτῷ, καὶ πιεζόμενος ὑπὸ τῶν οἴκοι ἀντιστασιωτῶν ἔρχεται πρὸς τὸν Κῦρον καὶ αἰτεῖ αὐτὸν εἰς δισχιλίους ξένους καὶ τριῶν μηνῶν μισθόν, ὡς οὕτως περιγενόμενος ἂν τῶν ἀντιστασιωτῶν. ὁ δὲ Κῦρος δίδωσιν αὐτῷ εἰς τετρακισχιλίους καὶ ἓξ μηνῶν μισθόν, καὶ δεῖται αὐτοῦ μὴ πρόσθεν καταλῦσαι πρὸς τοὺς ἀντιστασιώτας πρὶν ἂν αὐτῷ συμβουλεύσηται. οὕτω δὲ αὖ τὸ ἐν Θετταλίᾳ ἐλάνθανεν αὐτῷ τρεφόμενον στράτευμα. 

[11] Πρόξενον δὲ τὸν Βοιώτιον ξένον ὄντα ἐκέλευσε λαβόντα ἄνδρας ὅτι πλείστους παραγενέσθαι, ὡς ἐς Πισίδας βουλόμενος στρατεύεσθαι, ὡς πράγματα παρεχόντων τῶν Πισιδῶν τῇ ἑαυτοῦ χώρᾳ. Σοφαίνετον δὲ τὸν Στυμφάλιον καὶ Σωκράτην τὸν Ἀχαιόν, ξένους ὄντας καὶ τούτους, ἐκέλευσεν ἄνδρας λαβόντας ἐλθεῖν ὅτι πλείστους, ὡς πολεμήσων Τισσαφέρνει σὺν τοῖς φυγάσι τοῖς Μιλησίων. καὶ ἐποίουν οὕτως οὗτοι. 

2023-12-18

 

목차 - 고대 그리스어 모범 발음

목차 - 고대 그리스어 모범 발음 일리아스 (호메로스) 1권 1-52행 오뒷세이아 1권 1-48행 소크라테스의 변론 (플라톤) 제1장(17a-18a6) 페르시아 원정기(크세노폰) 제1권 1장 섹션1-11 니코마코스 윤리학(

classicalgreek.tistory.com

 

20231002_120630




728x90
반응형

댓글