본문 바로가기
고대 그리스어 입문/고대 그리스어 모범 발음

소크라테스의 변론 (플라톤) 제1장(17a-18a6) - 고대 그리스어 모범발음

by 소포로스 2023. 12. 16.

 

소크라테스의 변론 (플라톤) 제1장(17a-18a6) - 고대 그리스어 모범발음

Apology of Socrates Chapter I (17a-18a6)
Ἀπολογία Σωκράτους 17a-18a6

1) 요안니스 스트라타키스(Ioannis Stratakis)의 소크라테스의 변론 제1장(17a-18a6) 

좀 과한 연출이기는 하지만 매우 훌륭한 발음이다. 낭송자는 δ, τ, θ, γ, κ, χ, β, π, φ 등을 비교적 정확하게 구별하여 발음하고 있다. 다만 본인은 잘 의식하지 못하겠지만, 간혹 발음이 모호할 때가 있다. 예를 들면, 고대 그리스인들처럼 '드, 뜨, 트'를 확실하게 구별하여 쓰는 한국인들이 들으면 낭송자가 종종 τ(뜨)를 θ(트)와 비슷하게 발음할 때가 있다. 영어 등을 모국어로 하는 사람들은 일반적으로 두 발음을 잘 구별하여 발음하지 못한다.

외국어를 공부할 때  가장 중요한 것은 좀 정확하지 않더라도 자신있게 발음하는 것이다. 다만, 표준발음이 어떻다는 것을 알 필요는 있다.

 


[17a] ὅτι μὲν ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, πεπόνθατε ὑπὸ τῶν ἐμῶν κατηγόρων, οὐκ οἶδα• ἐγὼ δ᾽ οὖν καὶ αὐτὸς ὑπ᾽ αὐτῶν ὀλίγου ἐμαυτοῦ ἐπελαθόμην, οὕτω πιθανῶς ἔλεγον.

καίτοι ἀληθές γε ὡς ἔπος εἰπεῖν οὐδὲν εἰρήκασιν. 

μάλιστα δὲ αὐτῶν ἓν ἐθαύμασα τῶν πολλῶν ὧν ἐψεύσαντο, τοῦτο ἐν ᾧ ἔλεγον ὡς χρῆν ὑμᾶς εὐλαβεῖσθαι μὴ ὑπ᾽ ἐμοῦ ἐξαπατηθῆτε [17b] ὡς δεινοῦ ὄντος λέγειν. 

τὸ γὰρ μὴ αἰσχυνθῆναι ὅτι αὐτίκα ὑπ᾽ ἐμοῦ ἐξελεγχθήσονται ἔργῳ, ἐπειδὰν μηδ᾽ ὁπωστιοῦν φαίνωμαι δεινὸς λέγειν, τοῦτό μοι ἔδοξεν αὐτῶν ἀναισχυντότατον εἶναι, εἰ μὴ ἄρα δεινὸν καλοῦσιν οὗτοι λέγειν τὸν τἀληθῆ λέγοντα• εἰ μὲν γὰρ τοῦτο λέγουσιν, ὁμολογοίην ἂν ἔγωγε οὐ κατὰ τούτους εἶναι ῥήτωρ. 

οὗτοι μὲν οὖν, ὥσπερ ἐγὼ λέγω, ἤ τι ἢ οὐδὲν ἀληθὲς εἰρήκασιν, ὑμεῖς δέ μου ἀκούσεσθε πᾶσαν τὴν ἀλήθειαν — οὐ μέντοι μὰ Δία, ὦ ἄνδρες Ἀθηναῖοι, κεκαλλιεπημένους γε λόγους, ὥσπερ οἱ τούτων, [17c] ῥήμασί τε καὶ ὀνόμασιν οὐδὲ κεκοσμημένους, ἀλλ᾽ ἀκούσεσθε εἰκῇ λεγόμενα τοῖς ἐπιτυχοῦσιν ὀνόμασιν — πιστεύω γὰρ δίκαια εἶναι ἃ λέγω — καὶ μηδεὶς ὑμῶν προσδοκησάτω ἄλλως• οὐδὲ γὰρ ἂν δήπου πρέποι, ὦ ἄνδρες, τῇδε τῇ ἡλικίᾳ ὥσπερ μειρακίῳ πλάττοντι λόγους εἰς ὑμᾶς εἰσιέναι.

καὶ μέντοι καὶ πάνυ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο ὑμῶν δέομαι καὶ παρίεμαι• ἐὰν διὰ τῶν αὐτῶν λόγων ἀκούητέ μου ἀπολογουμένου δι᾽ ὧνπερ εἴωθα λέγειν καὶ ἐν ἀγορᾷ ἐπὶ τῶν τραπεζῶν, ἵνα ὑμῶν πολλοὶ ἀκηκόασι, καὶ ἄλλοθι, μήτε [17d] θαυμάζειν μήτε θορυβεῖν τούτου ἕνεκα.  

ἔχει γὰρ οὑτωσί. νῦν ἐγὼ πρῶτον ἐπὶ δικαστήριον ἀναβέβηκα, ἔτη γεγονὼς ἑβδομήκοντα• ἀτεχνῶς οὖν ξένως ἔχω τῆς ἐνθάδε λέξεως. 

ὥσπερ οὖν ἄν, εἰ τῷ ὄντι ξένος ἐτύγχανον ὤν, συνεγιγνώσκετε δήπου ἄν μοι εἰ ἐν ἐκείνῃ τῇ φωνῇ τε καὶ τῷ τρόπῳ [18a] ἔλεγον ἐν οἷσπερ ἐτεθράμμην, καὶ δὴ καὶ νῦν τοῦτο ὑμῶν δέομαι δίκαιον, ὥς γέ μοι δοκῶ, τὸν μὲν τρόπον τῆς λέξεως ἐᾶν — ἴσως μὲν γὰρ χείρων, ἴσως δὲ βελτίων ἂν εἴη — αὐτὸ δὲ τοῦτο σκοπεῖν καὶ τούτῳ τὸν νοῦν προσέχειν, εἰ δίκαια λέγω ἢ μή• δικαστοῦ μὲν γὰρ αὕτη ἀρετή, ῥήτορος δὲ τἀληθῆ λέγειν.


Platonis opera Vol.1-5 - Plato, John Burnet(1900-1907)


2023-12-23

 

목차 - 고대 그리스어 모범 발음

목차 - 고대 그리스어 모범 발음 일리아스 (호메로스) 1권 1-52행 오뒷세이아 1권 1-48행 소크라테스의 변론 (플라톤) 제1장(17a-18a6) 페르시아 원정기(크세노폰) 제1권 1장 섹션1-11 니코마코스 윤리학(

classicalgreek.tistory.com

 





728x90
반응형

댓글